Proverbs 25

1Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας. 2δόξα θεοῦ κρύπτει λόγον, Δόξα δὲ βασιλέως τιμᾷ πράγματα. 3οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. 4τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν· 5κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ θρόνος αὐτοῦ. 6μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· 7κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρός με, ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. εἶδον οἱ ὀφθαλμοί σου, λέγε. 8μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων. ἡνίκα ἄν σε ὀνειδίσῃ σὸς φίλος, 9ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει, 10μή σε ὀνειδίσῃ μὲν φίλος, δὲ μάχη σου καὶ ἔχθρα οὐκ ἀπέσται, ἀλλ' ἔσται σοι ἴση θανάτῳ. χαρις και φιλια ελευθεροι ας τηρησον σεαυτω ινα μη επονειδιστος γενη αλλα φυλαξον τας οδους σου ευσυναλλακτως 11μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον. 12εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς. 13ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ. 14ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ. 15ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ. 16μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε πλησθεὶς ἐξεμέσῃς. 17σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε. 18ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν, οὕτως καὶ ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ. 19ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ. 20ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. ωσπερ σης ιματιω και σκωληξ ξυλω ουτως λυπη ανδρος βλαπτει καρδιαν 21ἐὰν πεινᾷ ἐχθρός σου, τρέφε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· 22τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά. 23ἄνεμος βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει. 24κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ. 25ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. 26ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. 27ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους. 28ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.
Copyright information for LXX